Κυριακή, 27 Ιουνίου 2010

Χαιρετισμοί Αγίων Θεοπατόρων Ιωακείμ και Άννης

Κοντάκιον, ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ
Ἰωακεὶμ καὶ Ἄνναν σήμερον τιμήσωμεν, τοὺς ἐκτεκότας παρθενίας τὸ κειμήλιον, τὴν Παρθένον, τὴν κοσμήσασα σωφροσύνη, τους ἀνθρώπους, τὸν σπορέα γὰρ ἐκτέτοκε, τῆς ἁγνοίας, τοῦ Θεοῦ Λόγου τὸν Ἄναρχον, καὶ βοήσωμεν· Θεοπάτορες χαίρετε.

Ἄνω τὰς διανοίας, καλῶς ἄνθρωποι σχῶμεν, σὺν πάσῃ εὐλαβείᾳ καὶ πόθῳ (γ΄). Ὑμνῆσαι καὶ γὰρ μέλπομεν νῦν, Ἰωακεὶμ καὶ Ἄνναν τοὺς Θεοπάτορας, διὸ ἁγνοῖς ἐν χείλεσι βοήσωμεν αὐτοῖς εἰπόντες·
Χαίρετε οἱ γονεῖς τῆς Παρθένου·
χαίρετε τοῦ Θεοῦ οἱ πατέρες.
Χαίρετε τῆς Εὔας τὸ ὄνειδος ἄραντες·
χαίρετε ζωῆς ὡς τὴν αἴτιον τέξαντες.
Χαίρετε χαρᾶς πρωταίτιοι, Ἄννα καὶ Ἰωακείμ·
χαίρετε τίκτοντας χάριτι, τὴν πηγὴν τῶν ἀγαθῶν.
Χαίρετε ὑφ’ ὧν ἄνθος τὸ ἀμάραντον ἔφυ·
χαίρετε δι’ ὧν πύλη οὐρανῶν διηνοίγη.
Χαίρετε Ἅγιοι χαριτώνυμοι·
χαίρετε δίκαιοι οἱ παμπόθητοι.
Χαίρετε αἰδέσιμοι ἐν Ἁγγέλοις·
χαίρετε σεβάσμιοι πάσῃ κτίσει.
Θεοπάτορες χαίρετε.

Βλέπων ἁγιωσύνης, ὑμῶν ὕψος τὸ μέγα, χωρῆσαι δειλιῶ πρὸς τὸν ὕμνον· ἐν θεοῖς γὰρ πέλετε θεοί, οὐκοῦν με θάρσους πληρώσατε, ὅπως ἄν ἀξίως ἐπαινέσωμαι ὑμᾶς, Θεῷ δὲ ᾆσαι ὕμνον·
Ἀλληλούϊα.

Γνῶσιν σχόντες ἁγίαν, ἐν καρδίᾳ οἱ θεῖοι, ἐβόησαν πρὸς τὸν Παντογνώστην ἐν κλαυθμῷ καὶ ἐν πίστει πολλῇ πρὸς οὕς ἐπακούσας ὁ Θεός, δέδωκεν αὐτοῖς καρπὸν πανευκλεῆ, τὴν Παρθένον, πρὸς ἤν βοῶμεν·
Χαῖρε ὁ γόνος Θεοπατόρων·
χαίρε θαυμάτων τὸ μέγα θαῦμα.
Χαῖρε σωτηρίαν πιστοῖς ἀνατείλασα·
χαῖρε ἡ λευκάνασα κτίσιν τῇ χάριτι.
Χαῖρε Νύμφη ἀπειρόγαμε, τέξασα τὸν Λυτρωτήν·
χαῖρε μόνη ἡ ἑνώσασα γῆν τε καὶ τὸν οὐρανόν.
Χαῖρε ὄρος τὸ μέγα Δανιὴλ ὁ προεῖδε·
χαῖρε ἐξ ἧς ἐτμήθη ὁ ἀκρόγωνος λίθος.
Χαῖρε λαβὶς τὸν ἄνθρακα φέρουσα·
χαῖρε ὁλκὰς πιστοὺς διασώζουσα.
Χαῖρε παστάς, οὐρανῶν πλατυτέρα·
χαῖρε Σιὼν μυστικὴ Θεοτόκε.
Χαῖρε πάντων Βασίλισσα.

Δυὰς τιμιωτάτη, Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε, σαφῶς ἐκτεκόντες τὴν ἀμόλυντον περιστεράν, τὸν Χριστὸν γεννήσασαν, ἱλασμὸν ἡμῖν καὶ ἔλεον, ἐξ οὗ ἡ σωτηρία πάσῃ κτίσει, ᾧ βοῶμεν·
Ἀλληλούϊα.

Ἔφη ὁ Πατριάρχης, Ἰακὼβ Θεοτόκε, τὴν ἔκβασιν τοῦ σοῦ μυστηρίου, κλίμακα ὁρῶν προφητικῶς· οὐκ ἐστι τόπος οὗτος, ἤ οἶκος Θεοῦ, ἥν ἐναργῶς ὁρῶντες νῦν ἡμεῖς, βοῶμεν τοῖς γονεύσι σου τοιάδε·
Χαίρετε θρόνου Θεοῦ τεκόντες·
χαίρετε πίστεως πήξαντες στήλην.
Χαίρετε βλαστήσαντες ῥόδον τῆς χάριτος·
χαίρετε ἀνθήσαντες κρίνον ἀμάραντον.
Χαίρετε τεκόντες κλίμακα, νοητὴν τοῦ Ἰακώβ·
χαίρετε δι’ ἧς ἡ ἄνοδος, γέγονεν εἰς οὐρανούς.
Χαίρετε Ἀαρὼν φύσαντες θείαν ῥάβδον·
χαίρετε τοῦ Ὑψίστου ναὸν δείμαντες θεῖον.
Χαίρετε πύλης ζωῆς γεννήτορες·
χαίρετε κλίνην Θεοῦ κυήσαντες.
Χαίρετε φύσαντες περιστερὰν Νῶε·
χαίρετε παῦλαν κατακλυσμοῦ θέντες.
Θεοπάτορες χαίρετε.

Ζωηρᾷ γῆ πραέων, ὁ Ἀδὰμ σὺν τῷ γένει, σκηνώσας ἐντρυφᾷ χαρμοσύνως, ἀπωσμένος τὴν πάλαι φθορὰν καὶ γὰρ πάντας ἀπήλλαξε στενώσεως, ὁ τόκος ὑμῶν Ἅγιοι, διὸ Θεῷ βοῶμεν ὕμνον·
Ἀλληλούϊα.

Ἡ τε γῆ καὶ τὰ ἄνω, σὺν ἡμῖν νῦν κροτεῖτε, ἀνέτειλε χαρὰ γὰρ τοῖς πᾶσι, ἐκ τῶν Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καταγγέλλουσα θεόθεν σωτηρίαν· ὅθεν τούτοις βοήσωμεν πόθῳ·
Χαίρετε δι’ ὧν ὁ Ἀδὰμ χαίρει·
χαίρετε δι’ ὧν γήθει τὸ γένος.
Χαίρετε ὑφ’ ὧν χαρὰ ἐξανέτειλε·
χαίρετε δι’ ὧν φθορὰ ἐξωστράκισται.
Χαίρετε χώραν γεννήσαντες τὴν εὐρύχωρον Θεοῦ·
χαίρετε χῶρον εὐφρόσυνον, ἑτοιμάσαντες ψυχῶν.
Χαίρετε θεοδόχον οἱ γεννήσαντες σκῆνος·
χαίρετε μυροδόχον ἐκτέκοντες ἀγγεῖον.
Χαίρετε χάριτος οἱ διάκονοι·
χαίρετε φέρτεροι ἐν γεννήτορσιν.
Χαίρετε ἀρωμάτων θεῖαι φιάλαι·
χαίρετε τὸν τόκον ὀσμὴν ἐκχύντες.
Θεοπάτορες χαίρετε.

Θεοπόθητον ζεῦγος, ξυνωρὶς πανολβία, μακάριοι ὑμεῖς ἐν γονεῦσι. Τοῦ Θεοῦ τὴν Μητέρα καὶ γάρ, ἐκτετόκατε ὡς ἀληθῶς ἀγχιστείᾳ· ὅθεν νῦν σεμνύνεσθε Κυρίου, διόπερ βοᾶτε·
Ἀλληλούϊα

Ἴδοιμί σε Μαρία τοῦ Θεοῦ τὴν Μητέρα, τὸν γόνον Ἰωακεὶμ καὶ τῆς Ἄννης, ὀφθαλμοῖς τοῦ νοὸς ὁ οἰκτρός, καὶ πικρίας αἰσχίστων παθῶν, θᾶττον λυτρωθήσομαι σὸς δοῦλος καὶ βοήσωμαί σοι Κόρη·
Χαῖρε Βασίλισσα τῶν Ἀγγέλων·
χαῖρε Κυρία παντὸς τοῦ κόσμου.
Χαῖρε τῆς πεσούσης ψυχῆς μου ἀνέγερσις·
χαῖρε τῆς φθαρείσης ψυχῆς μου τὸ ἴαμα.
Χαῖρε βάθος ἀθεώρητον, εὐσπλαγχνίας τοῦ Θεοῦ·
χαῖρε πλάτυσμα εὐρύχωρον περιέχον τοὺς πιστούς.
Χαῖρε Κυριοτόκε Μαριὰμ γλυκυτάτη·
χαῖρε τῶν Ὀρθοδόξων εὐσυμπάθητος Μήτηρ.
Χαῖρε λαβίς, τὸν Μόσχον σιτίζουσα·
χαῖρε πιστοῖς, πλουσίως ἑκάστοτε.
Χαῖρε δι’ ἧς ἱλασμὸς διεχύθη·
χαῖρε δι’ ἧς πλημμυρεῖ πάσα χάρις.
Χαῖρε κόσμον ἡ σώσασα.

Κήρυκες τοῦ μεγάλου, δράματος γεγονότες, ἐνθέως διανοίξωμεν στόμα, διηγούμενοι τὴν θαυμαστήν, Ἰωακείμ τε καὶ τῆς Ἄννης σύλληψιν, ἐξ ὧνπερ ὁ σωτήριος τόκος ἐτέχθη διδάξαι·
Ἀλληλούϊα.